οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαιἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρονἈρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,