Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
  2. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  3. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  4. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
  5. στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
  6. οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  7. εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.