Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
  2. μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  3. εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
  4. πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
  5. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
  6. πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  7. νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
  8. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
  9. ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  10. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  11. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
  12. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
  13. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  14. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  15. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
  16. στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
  17. οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  18. εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
  19. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
  20. πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
  21. ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
  22. κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
  23. οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
  24. οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
  25. νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
  26. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
  27. ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
  28. ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
  29. μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,