ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντηννῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστανύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸνμᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺςπᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶμῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντανόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.