Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  • εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
  • νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  • Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
  • νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
  • νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
  • νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
  • αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
  • μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  • εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς