Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
- Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
- ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
- ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
- οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
- ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
- νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
- ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
- ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
- εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
- Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
- νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
- νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
- νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
- αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
- μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
- εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
- πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
- μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
- πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
- νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
- ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
- ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
- ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
- ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
- στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
- οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
- εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
- εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
- πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
- ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
- κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
- οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
- οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
- νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
- τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
- ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
- ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
- μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
- τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
- τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
- βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
- ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
- χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
- δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
- ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
- οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
- ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
- δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
- ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
- αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
- καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
- πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
- μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
- δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
- ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·