Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  • ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
  • Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
  • ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
  • πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
  • Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
  • ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
  • ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
  • οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
  • ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
  • νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει