Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  3. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  4. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  5. ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
  6. ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  7. ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
  8. Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
  9. ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
  10. πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
  11. Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
  12. ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
  13. ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων