καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεινήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸςμακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισινθέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαιἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς