Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  2. καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
  3. ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
  4. ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
  5. δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
  6. νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
  7. νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
  8. Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
  9. πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
  10. μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
  11. τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
  12. αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
  13. θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
  14. ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
  15. ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
  16. ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
  17. Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
  18. Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
  19. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  20. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  21. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  22. ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν