Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  • καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
  • ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
  • ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
  • δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
  • νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
  • νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
  • Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
  • πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
  • μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
  • τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,