Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  2. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
  3. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
  4. ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
  5. ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
  6. βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.