Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  2. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
  3. εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
  4. ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
  5. δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
  6. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
  7. ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
  8. καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
  9. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  10. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι