Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
  2. ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
  3. ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
  4. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
  5. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
  6. τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
  7. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  8. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,