Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
  2. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
  3. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  4. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  5. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  6. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
  7. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
  8. ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
  9. ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
  10. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
  11. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
  12. τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
  13. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  14. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
  15. εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
  16. ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
  17. δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
  18. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
  19. ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
  20. καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
  21. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  22. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
  23. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
  24. ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
  25. ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
  26. βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
  3. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  4. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  5. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
  6. αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  7. κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
  8. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  9. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  10. βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  11. οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  12. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.