Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
- οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
- ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
- ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
- Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
- υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
- ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
- οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
- τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
- τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
- δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
- Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
- ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
- ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
- τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
- Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
- τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
- πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
- ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
- εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
- ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
- δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
- ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
- ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
- καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
- ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
- πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
- βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
- ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
- ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
- βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
- εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
- αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
- οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
- βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
- οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
- θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
- τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
- ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
- τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
- ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
- καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
- Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
- Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
- ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
- τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
- Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
- ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
- τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
- ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
- νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει