Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
  2. οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
  3. οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
  4. ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
  5. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
  6. Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
  7. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
  8. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
  9. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  10. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  11. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  12. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
  13. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς