Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
  • γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
  • ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
  • ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
  • οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε