Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
  2. ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
  3. γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
  4. ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
  5. ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
  6. οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
  7. γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
  10. οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
  11. οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
  12. ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
  13. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
  14. Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
  15. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
  16. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
  17. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  18. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  19. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  20. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.