Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
  2. ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
  3. ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
  4. ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
  5. πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  7. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  8. καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
  9. ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
  10. ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
  11. δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
  12. νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
  13. νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
  14. Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
  15. πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
  16. μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
  17. τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
  18. αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
  19. θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
  20. ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι