Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  2. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  3. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  4. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  5. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  6. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
  7. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  8. οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
  9. ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
  10. ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
  11. πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
  12. τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·