Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  2. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  3. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  4. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  5. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  8. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
  9. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  10. οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
  11. ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.