Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  2. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
  3. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  4. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  5. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  6. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  7. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  10. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.