Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
  2. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  4. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
  5. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  6. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  7. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  8. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  9. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  10. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  11. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  12. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
  13. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  14. οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
  15. ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
  16. ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
  17. πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
  18. τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
  19. αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
  20. καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.