Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  2. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  3. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  4. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
  5. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  6. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  7. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
  8. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  9. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  10. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  11. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  12. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  13. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  14. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  15. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.