Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
  • εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
  • Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
  • μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
  • ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
  • ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
  • ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο