Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  • ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  • τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  • οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  • λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  • τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  • τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,