Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  2. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  3. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  4. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  5. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  6. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  7. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  8. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  9. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.