Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  2. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  3. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  4. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  5. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  6. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  7. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  8. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  9. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  10. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  11. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  12. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  13. τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
  14. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  15. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·