Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
- αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
- τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
- ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
- λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
- τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
- κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
- ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
- ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
- δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
- Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
- ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
- τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
- οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
- λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
- τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
- τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
- ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
- τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
- αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
- ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
- τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
- τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
- ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
- σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
- οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
- ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
- ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
- ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
- ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
- ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
- παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
- ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
- κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
- ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
- μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
- πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
- τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
- μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,