Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  2. ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
  3. θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
  4. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
  5. θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
  6. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.