Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
  2. ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
  3. ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  4. σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
  5. ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
  6. γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
  7. εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
  8. Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
  9. μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
  10. ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,