Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
  2. ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
  3. δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
  4. τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
  5. ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  7. μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.