Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
  2. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
  3. ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
  4. δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
  5. τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
  6. ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
  7. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  8. μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
  9. δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
  10. αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
  11. καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.