εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖανσῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαιπολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴνηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστηςπάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδηἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·