Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
  2. ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  3. ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  4. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  5. πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  6. κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  7. ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  8. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  9. ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  10. εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  11. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  12. σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  13. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  14. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  15. φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  16. ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  17. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
  18. νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
  19. ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
  20. πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
  21. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
  22. καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  23. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  24. αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
  25. ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
  26. σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
  27. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  28. ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
  29. ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
  30. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
  31. ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
  32. δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
  33. τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
  34. ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
  35. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  36. μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
  37. δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
  38. αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
  39. καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
  40. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  41. ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
  42. θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
  43. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
  44. θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
  45. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
  46. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
  47. ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
  48. λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
  49. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
  50. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
  51. κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
  52. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  53. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  54. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  55. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  56. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  57. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  58. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  59. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  60. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  61. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  62. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  63. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  64. τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
  65. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  66. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  67. μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
  68. τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
  69. αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
  70. ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
  71. τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
  72. τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
  73. ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
  74. σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
  75. οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
  76. ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
  77. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  78. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  79. ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
  80. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  81. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  82. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  83. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  84. κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  85. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  86. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  87. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  88. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  89. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
  90. νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
  91. ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  92. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  93. ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
  94. πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
  95. ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
  96. ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
  97. εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  98. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  99. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  100. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
  101. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  102. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  103. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
  104. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  105. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  106. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  107. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  108. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  109. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  110. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  111. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
  112. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  113. οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
  114. ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
  115. ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
  116. πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
  117. τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
  118. αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
  119. καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
  120. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  121. Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  122. ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
  123. κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
  124. μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
  125. κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
  126. ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
  127. ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
  128. γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
  129. ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
  130. ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
  131. οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
  132. γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
  133. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  134. Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
  135. οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
  136. οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
  137. ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
  138. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
  139. Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
  140. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
  141. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
  142. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  143. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  144. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  145. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
  146. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
  147. ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
  148. ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
  149. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
  150. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
  151. τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
  152. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  153. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
  154. εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
  155. ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
  156. δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
  157. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
  158. ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
  159. καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
  160. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  161. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
  162. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
  163. ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
  164. ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
  165. βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
  3. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  4. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  5. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
  6. αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  7. κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
  8. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  9. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  10. βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  11. οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  12. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
  13. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  14. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  15. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  16. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  17. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  18. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  19. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  20. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  21. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  22. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  23. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  24. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  25. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  26. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  27. ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  28. νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  29. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  30. ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  31. ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  32. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
  33. ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
  34. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  35. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  36. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  37. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  38. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  39. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  40. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  41. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  42. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  43. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  44. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  45. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
  46. δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
  47. τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  48. νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  49. πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  50. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  51. τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  52. οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  53. Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  54. δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  55. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  56. βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
  57. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  58. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  59. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  60. ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
  61. λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
  62. ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
  63. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
  64. οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  65. ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
  66. οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
  67. μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
  68. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
  69. ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  70. σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
  71. τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
  72. δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
  73. τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
  74. τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  75. ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
  76. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
  77. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
  78. χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
  79. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  80. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  81. δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
  82. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
  83. Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
  84. Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
  85. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
  86. ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
  87. σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
  88. ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
  89. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  90. ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  91. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
  92. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  93. ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  94. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  95. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  96. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  97. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  98. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  99. Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
  100. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  101. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
  102. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  103. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  104. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  105. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  106. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  107. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  108. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  109. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  110. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
  111. σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
  112. αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
  113. μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
  114. τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.