ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,