Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
- πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
- ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
- ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
- οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
- ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
- εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
- αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
- μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
- μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
- μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
- ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
- οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
- πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
- σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
- νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
- ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
- ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
- ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
- πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
- κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
- ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
- εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
- ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
- εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
- νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
- σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
- πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
- αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
- φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
- κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
- νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
- ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
- πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
- Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
- καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
- ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
- αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
- ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
- σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
- ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.