Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  • δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  • εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  • σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  • τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  • οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  • ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  • ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
  • φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
  • ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
  • δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
  • ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
  • τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  • πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  • ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  • ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
  • οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
  • ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
  • εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
  • αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  • μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
  • μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
  • μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
  • ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
  • οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  • πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  • σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
  • νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
  • ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  • ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  • ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  • πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  • κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  • ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  • εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  • ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  • εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  • νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  • σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  • πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  • αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  • φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν