Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  2. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  3. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  4. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
  5. ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  6. δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  7. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  8. σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,