Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  2. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
  3. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  4. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  5. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  6. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  7. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  8. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  9. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  10. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  11. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  12. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  13. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  14. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·