νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντωνἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τεκάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζωοἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴνποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.