Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
- μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
- ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
- νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
- οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
- ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
- εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
- ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
- τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
- ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
- νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
- οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
- κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
- οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
- ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
- Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
- ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
- τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
- ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
- ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
- οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
- τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
- ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
- δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
- εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
- σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
- τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
- οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
- ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
- ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
- φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
- ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
- δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
- ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
- τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
- πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
- ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
- ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
- οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
- ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
- εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
- αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
- μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
- μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
- μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
- ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·