ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμωνἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντωνἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τεκάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζωοἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,