Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
  2. τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
  3. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  4. οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
  5. θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
  6. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  7. τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
  8. εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
  9. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
  10. δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
  11. αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
  12. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  13. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  14. μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
  15. ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
  16. νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
  17. οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
  18. ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
  19. εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
  20. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.