Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
  2. ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
  3. νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
  4. τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
  5. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  6. οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
  7. θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
  8. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  9. τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
  10. εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
  11. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
  12. δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ