Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
  • ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
  • ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
  • νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
  • τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.