νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσινἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικαςκείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοιἈργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.