ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳνήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσινἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας