υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισινπλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναιἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼνΛαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδεἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχεινγρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τεπαρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσινἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳνήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσινἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικαςκείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι